1Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
2Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ;
ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει;
3εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς
καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας
4ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν
γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας,
5νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας.
6πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ
καὶ ἡ ἐλπίς σου καὶ ἡ ἀκακία τῆς ὁδοῦ σου;
7μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο
ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο.
8καθ᾽ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα,
οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς.
9ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται,
ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
10σθένος λέοντος, φωνὴ δὲ λεαίνης,
γαυρίαμα δὲ δρακόντων ἐσβέσθη·
11μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν,
σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
12εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου,
οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν.
πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ᾽ αὐτοῦ;
13φόβοι δὲ καὶ ἠχὼ νυκτερινή,
ἐπιπίπτων φόβος ἐπ᾽ ἀνθρώπους,
14φρίκη δέ μοι συνήντησεν καὶ τρόμος
καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν,
15καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν,
ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.
16ἀνέστην, καὶ οὐκ ἐπέγνων·
εἶδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου,
ἀλλ᾽ ἢ αὔραν καὶ φωνὴν ἤκουον
17Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου
ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
18εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει,
κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν,
19τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας,
ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν,
ἔπαισεν αὐτοὺς σητὸς τρόπον·
20καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν,
παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο·
21ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν,
ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.