1Αλληλουια.
Ἐν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου,
οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου
2ἐγενήθη Ιουδαία ἁγίασμα αὐτοῦ,
Ισραηλ ἐξουσία αὐτοῦ.
3ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν,
ὁ Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω·
4τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ
καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.
5τί σοί ἐστιν, θάλασσα, ὅτι ἔφυγες,
καὶ σοί, Ιορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω;
6τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί,
καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων;
7ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ,
ἀπὸ προσώπου τοῦ θεοῦ Ιακωβ
8τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων
καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων.
9μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν,
ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν
ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου,
10μήποτε εἴπωσιν τὰ ἔθνη
Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν;
11ὁ δὲ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω·
ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ
πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν.
12τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,
ἔργα χειρῶν ἀνθρώπων·
13στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν,
ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,
14ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται,
ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται,
15χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν,
πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν,
οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν.
16ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ
καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς.
17οἶκος Ισραηλ ἤλπισεν ἐπὶ κύριον·
βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
18οἶκος Ααρων ἤλπισεν ἐπὶ κύριον·
βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
19οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον·
βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
20κύριος ἐμνήσθη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς,
εὐλόγησεν τὸν οἶκον Ισραηλ,
εὐλόγησεν τὸν οἶκον Ααρων,
21εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον,
τοὺς μικροὺς μετὰ τῶν μεγάλων.
22προσθείη κύριος ἐφ᾽ ὑμᾶς,
ἐφ᾽ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν·
23εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ
τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.
24ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ,
τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων.
25οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε,
οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου,
26ἀλλ᾽ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.