1Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός.
2Ὑπομένων ὑπέμεινα τὸν κύριον,
καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου
3καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας
καὶ ἀπὸ πηλοῦ ἰλύος
καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου
καὶ κατηύθυνεν τὰ διαβήματά μου
4καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν,
ὕμνον τῷ θεῷ ἡμῶν·
ὄψονται πολλοὶ καὶ φοβηθήσονται
καὶ ἐλπιοῦσιν ἐπὶ κύριον.
5μακάριος ἀνήρ, οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ
καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.
6πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου,
καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεταί σοι·
ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν.
7θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,
ὠτία δὲ κατηρτίσω μοι·
ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας.
8τότε εἶπον Ἰδοὺ ἥκω,
ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ·
9τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ θεός μου, ἐβουλήθην
καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.
10εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ·
ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω·
κύριε, σὺ ἔγνως.
11τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου,
τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα,
οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.
12σὺ δέ, κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ᾽ ἐμοῦ·
τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου.
13ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός,
κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν·
ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου,
καὶ ἡ καρδία μου ἐγκατέλιπέν με.
14εὐδόκησον, κύριε, τοῦ ῥύσασθαί με·
κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες.
15καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν,
ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά,
16κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι Εὖγε εὖγε.
17ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, κύριε,
καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
18ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· κύριος φροντιεῖ μου.
βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ· ὁ θεός μου, μὴ χρονίσῃς.