1Εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραφίαν τῷ Δαυιδ, εἰς διδαχήν, 2ὁπότε ἐνεπύρισεν τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβα, καὶ ἐπέστρεψεν Ιωαβ καὶ ἐπάταξεν τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας.
3Ὁ θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς,
ὠργίσθης καὶ οἰκτίρησας ἡμᾶς.
4συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν·
ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.
5ἔδειξας τῷ λαῷ σου σκληρά,
ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.
6ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν
τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.
διάψαλμα.
7ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου,
σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
8ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ
Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σικιμα
καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω·
9ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση,
καὶ Εφραιμ κραταίωσις τῆς κεφαλῆς μου,
Ιουδας βασιλεύς μου·
10Μωαβ λέβης τῆς ἐλπίδος μου,
ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,
ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
11τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;
τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας;
12οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς;
καὶ οὐκ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν.
13δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως·
καὶ ματαία σωτηρία ἀνθρώπου.
14ἐν δὲ τῷ θεῷ ποιήσομεν δύναμιν,
καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.