1Τῷ Δαυιδ· υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων.
Ὁ θεός, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
2ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με,
κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με.
3γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν
καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με,
ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.
4ὁ θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ,
ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·
5ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε·
κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου.
6ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός,
ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής·
ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός.
7ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς,
καὶ σὺ βοηθὸς κραταιός.
8πληρωθήτω τὸ στόμα μου αἰνέσεως,
ὅπως ὑμνήσω τὴν δόξαν σου,
ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
9μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους,
ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.
10ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ
καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ
11λέγοντες Ὁ θεὸς ἐγκατέλιπεν αὐτόν·
καταδιώξατε καὶ καταλάβετε αὐτόν,
ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.
12ὁ θεός, μὴ μακρύνῃς ἀπ᾽ ἐμοῦ·
ὁ θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.
13αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου,
περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.
14ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ
καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.
15τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου,
ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου,
ὅτι οὐκ ἔγνων γραμματείας.
16εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου·
κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.
17ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου,
καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου.
18καὶ ἕως γήρους καὶ πρεσβείου, ὁ θεός, μὴ ἐγκαταλίπῃς με,
ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ,
τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου.
19ὁ θεός, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα·
ὁ θεός, τίς ὅμοιός σοι;
20ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς,
καὶ ἐπιστρέψας ἐζωοποίησάς με
καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.
21ἐπλεόνασας τὴν μεγαλοσύνην σου
καὶ ἐπιστρέψας παρεκάλεσάς με
καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.
22καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ θεός·
ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ισραηλ.
23ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι,
καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω.
24ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου,
ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.