1Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυιδ.
2Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου,
διηγήσομαι πάντα τὰ θαυμάσιά σου·
3εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί,
ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε.
4ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω
ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου,
5ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου,
ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.
6ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής,
τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
7τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες,
ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ᾽ ἤχους.
8καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει,
ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ,
9καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,
κρινεῖ λαοὺς ἐν εὐθύτητι.
10καὶ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι,
βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει·
11καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου,
ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, κύριε.
12ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιων,
ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ,
13ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη,
οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.
14ἐλέησόν με, κύριε, ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου,
ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,
15ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου
ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων·
ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
16ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν,
ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήμφθη ὁ ποὺς αὐτῶν·
17γινώσκεται κύριος κρίματα ποιῶν,
ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ὁ ἁμαρτωλός. ᾠδὴ διαψάλματος.
18ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην,
πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ·
19ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός,
ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.
20ἀνάστηθι, κύριε, μὴ κραταιούσθω ἄνθρωπος,
κριθήτωσαν ἔθνη ἐνώπιόν σου·
21κατάστησον, κύριε, νομοθέτην ἐπ᾽ αὐτούς,
γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.
διάψαλμα.
22ἵνα τί, κύριε, ἀφέστηκας μακρόθεν,
ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψει;
23ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός,
συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται.
24ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ,
καὶ ὁ ἀδικῶν ἐνευλογεῖται·
25παρώξυνεν τὸν κύριον ὁ ἁμαρτωλός
Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει·
οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ.
26βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ,
ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ,
πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει·
27εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ μὴ σαλευθῶ,
ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
28οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου,
ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.
29ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων
ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον,
οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν·
30ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ,
ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν,
ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν·
31ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν,
κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
32εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Ἐπιλέλησται ὁ θεός,
ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.
33ἀνάστηθι, κύριε ὁ θεός, ὑψωθήτω ἡ χείρ σου,
μὴ ἐπιλάθῃ τῶν πενήτων·
34ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν θεόν;
εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἐκζητήσει.
35βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς
τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου·
σοὶ οὖν ἐγκαταλέλειπται ὁ πτωχός,
ὀρφανῷ σὺ ἦσθα βοηθῶν.
36σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ,
ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι᾽ αὐτήν·
37βασιλεύσει κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ.
38τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν κύριος,
τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου
39κρῖναι ὀρφανῷ καὶ ταπεινῷ,
ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.