1Τῷ Δαυιδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται.
Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ,
εὐφρανθήτωσαν νῆσοι πολλαί.
2νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ,
δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.
3πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται
καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ·
4ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ,
εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ.
5τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου,
ἀπὸ προσώπου κυρίου πάσης τῆς γῆς.
6ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ,
καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.
7αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς
οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν·
προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ.
8ἤκουσεν καὶ εὐφράνθη Σιων,
καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ιουδαίας
ἕνεκεν τῶν κριμάτων σου, κύριε·
9ὅτι σὺ εἶ κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν,
σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς.
10οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρόν·
φυλάσσει κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ,
ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς.
11φῶς ἀνέτειλεν τῷ δικαίῳ
καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
12εὐφράνθητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ
καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.