2Καὶ ἦν ἀνὴρ εἷς ἀπὸ Σαραα ἀπὸ δήμου συγγενείας τοῦ Δανι, καὶ ὄνομα αὐτῷ Μανωε, καὶ γυνὴ αὐτῷ στεῖρα καὶ οὐκ ἔτεκεν. 3καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπεν πρὸς αὐτήν Ἰδοὺ σὺ στεῖρα καὶ οὐ τέτοκας· καὶ συλλήμψῃ υἱόν. 4καὶ νῦν φύλαξαι δὴ καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον· 5ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι ναζιρ θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς κοιλίας, καὶ αὐτὸς ἄρξεται τοῦ σῶσαι τὸν Ισραηλ ἐκ χειρὸς Φυλιστιιμ. 6καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα Ἄνθρωπος θεοῦ ἦλθεν πρός με, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου θεοῦ φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτόν, πόθεν ἐστίν, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι. 7καὶ εἶπέν μοι Ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι ἅγιον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ. 8καὶ προσηύξατο Μανωε πρὸς κύριον καὶ εἶπεν Ἐν ἐμοί, κύριε Αδωναιε, τὸν ἄνθρωπον τοῦ θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς καὶ συμβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ. 9καὶ εἰσήκουσεν ὁ θεὸς τῆς φωνῆς Μανωε, καὶ ἦλθεν ὁ ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα, καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ, καὶ Μανωε ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ᾽ αὐτῆς. 10καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμεν καὶ ἀνήγγειλεν τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ὦπται πρός με ὁ ἀνήρ, ὃς ἦλθεν ἐν ἡμέρᾳ πρός με. 11καὶ ἀνέστη καὶ ἐπορεύθη Μανωε ὀπίσω τῆς γυναικὸς αὐτοῦ καὶ ἦλθεν πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ὁ ἄγγελος Ἐγώ. 12καὶ εἶπεν Μανωε Νῦν ἐλεύσεται ὁ λόγος σου· τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ; 13καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε Ἀπὸ πάντων, ὧν εἴρηκα πρὸς τὴν γυναῖκα, φυλάξεται· 14ἀπὸ παντός, ὃ ἐκπορεύεται ἐξ ἀμπέλου τοῦ οἴνου, οὐ φάγεται καὶ οἶνον καὶ σικερα μέθυσμα μὴ πιέτω καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα, ὅσα ἐνετειλάμην αὐτῇ, φυλάξεται. 15καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου Κατάσχωμεν ὧδέ σε καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν. 16καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε Ἐὰν κατάσχῃς με, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου, καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου αὐτός. 17καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου Τί τὸ ὄνομά σοι; ὅτι ἔλθοι τὸ ῥῆμά σου, καὶ δοξάσομέν σε. 18καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος κυρίου Εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστιν θαυμαστόν. 19καὶ ἔλαβεν Μανωε τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ κυρίῳ· καὶ διεχώρισεν ποιῆσαι, καὶ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες. 20καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ καὶ ἀνέβη ὁ ἄγγελος κυρίου ἐν τῇ φλογὶ τοῦ θυσιαστηρίου, καὶ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν. 21καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος κυρίου ὀφθῆναι πρὸς Μανωε καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου οὗτος. 22καὶ εἶπεν Μανωε πρὸς τὴν γυναῖκα αὐτοῦ Θανάτῳ ἀποθανούμεθα, ὅτι θεὸν εἴδομεν. 23καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ Εἰ ἤθελεν ὁ κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα καὶ καθὼς καιρὸς οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα.