1Καὶ ᾖσαν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες
2Ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ισραηλ·
ἐν τῷ ἑκουσιασθῆναι λαὸν εὐλογεῖτε κύριον.
3ἀκούσατε, βασιλεῖς, καὶ ἐνωτίσασθε, σατράπαι·
ἐγώ εἰμι τῷ κυρίῳ, ἐγώ εἰμι ᾄσομαι,
ψαλῶ τῷ κυρίῳ τῷ θεῷ Ισραηλ.
4κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηιρ,
ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ
γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους,
καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ·
5ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου Ελωι,
τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ.
6ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ, ἐν ἡμέραις Ιαηλ
ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς,
ἐπορεύθησαν ὁδοὺς διεστραμμένας·
7ἐξέλιπον δυνατοὶ ἐν Ισραηλ, ἐξέλιπον,
ἕως οὗ ἀναστῇ Δεββωρα,
ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ισραηλ.
8ἐξελέξαντο θεοὺς καινούς·
τότε ἐπολέμησαν πόλεις ἀρχόντων·
θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη
ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ισραηλ.
9ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ισραηλ·
οἱ ἑκουσιαζόμενοι ἐν λαῷ, εὐλογεῖτε κύριον.
10ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας,
καθήμενοι ἐπὶ κριτηρίου
καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ᾽ ὁδῷ,
11διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων
ἀνὰ μέσον ὑδρευομένων·
ἐκεῖ δώσουσιν δικαιοσύνας κυρίῳ,
δικαιοσύνας αὔξησον ἐν Ισραηλ.
τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου.
12ἐξεγείρου ἐξεγείρου, Δεββωρα,
ἐξεγείρου ἐξεγείρου, λάλησον ᾠδήν·
ἀνάστα, Βαρακ,
καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς Αβινεεμ.
13τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς,
λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς.
14ἐξ ἐμοῦ Εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ Αμαληκ·
ὀπίσω σου Βενιαμιν ἐν τοῖς λαοῖς σου.
ἐν ἐμοὶ Μαχιρ κατέβησαν ἐξερευνῶντες
καὶ ἀπὸ Ζαβουλων ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως.
15καὶ ἀρχηγοὶ ἐν Ισσαχαρ μετὰ Δεββωρας καὶ Βαρακ,
οὕτως Βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ.
εἰς τὰς μερίδας Ρουβην
μεγάλοι ἐξικνούμενοι καρδίαν.
16εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας
τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων;
εἰς διαιρέσεις Ρουβην
μεγάλοι ἐξετασμοὶ καρδίας.
17Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐσκήνωσεν·
καὶ Δαν εἰς τί παροικεῖ πλοίοις;
Ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν
καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει.
18Ζαβουλων λαὸς ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον
καὶ Νεφθαλι ἐπὶ ὕψη ἀγροῦ.
19ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο,
τότε ἐπολέμησαν βασιλεῖς Χανααν
ἐν Θανααχ ἐπὶ ὕδατι Μεγεδδω·
δῶρον ἀργυρίου οὐκ ἔλαβον.
20ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες,
ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισαρα.
21χειμάρρους Κισων ἐξέσυρεν αὐτούς,
χειμάρρους ἀρχαίων, χειμάρρους Κισων·
καταπατήσει αὐτὸν ψυχή μου δυνατή.
22τότε ἐνεποδίσθησαν πτέρναι ἵππου,
σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ.
23καταρᾶσθε Μηρωζ, εἶπεν ἄγγελος κυρίου, καταρᾶσθε,
ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν,
ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου,
εἰς βοήθειαν ἐν δυνατοῖς.
24εὐλογηθείη ἐν γυναιξὶν Ιαηλ
γυνὴ Χαβερ τοῦ Κιναίου,
ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.
25ὕδωρ ᾔτησεν, γάλα ἔδωκεν,
ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκεν βούτυρον.
26χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν
καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων
καὶ ἐσφυροκόπησεν Σισαρα, διήλωσεν κεφαλὴν αὐτοῦ
καὶ ἐπάταξεν, διήλωσεν κρόταφον αὐτοῦ.
27ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς
κατεκυλίσθη, ἔπεσεν καὶ ἐκοιμήθη·
ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσεν·
καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς.
28διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σισαρα ἐκτὸς τοῦ τοξικοῦ,
διότι ᾐσχύνθη ἅρμα αὐτοῦ,
διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ.
29αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν,
καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ
30Οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα;
οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός·
σκῦλα βαμμάτων τῷ Σισαρα,
σκῦλα βαμμάτων ποικιλίας,
βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα.
31οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, κύριε·
καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.