TOBIAS 8
1Καὶ ὅτε συνετέλεσαν τὸ φαγεῖν καὶ πιεῖν, ἠθέλησαν κοιμηθῆναι. καὶ ἀπήγαγον τὸν νεανίσκον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸ ταμιεῖον. 2καὶ ἐμνήσθη Τωβιας τῶν λόγων Ραφαηλ καὶ ἔλαβεν τὸ ἧπαρ τοῦ ἰχθύος καὶ τὴν καρδίαν ἐκ τοῦ βαλλαντίου, οὗ εἶχεν, καὶ ἐπέθηκεν ἐπὶ τὴν τέφραν τοῦ θυμιάματος. 3καὶ ἡ ὀσμὴ τοῦ ἰχθύος ἐκώλυσεν, καὶ ἀπέδραμεν τὸ δαιμόνιον ἄνω εἰς τὰ μέρη Αἰγύπτου, καὶ βαδίσας Ραφαηλ συνεπόδισεν αὐτὸν ἐκεῖ καὶ ἐπέδησεν παραχρῆμα. 4καὶ ἐξῆλθον καὶ ἀπέκλεισαν τὴν θύραν τοῦ ταμιείου. καὶ ἠγέρθη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν αὐτῇ Ἀδελφή, ἀνάστηθι, προσευξώμεθα καὶ δεηθῶμεν τοῦ κυρίου ἡμῶν, ὅπως ποιήσῃ ἐφ᾽ ἡμᾶς ἔλεος καὶ σωτηρίαν. 5καὶ ἀνέστη, καὶ ἤρξαντο προσεύχεσθαι καὶ δεηθῆναι ὅπως γένηται αὐτοῖς σωτηρία, καὶ ἤρξατο λέγειν Εὐλογητὸς εἶ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς πάντας τοὺς αἰῶνας τῆς γενεᾶς· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσα ἡ κτίσις σου εἰς πάντας τοὺς αἰῶνας. 6σὺ ἐποίησας τὸν Αδαμ καὶ ἐποίησας αὐτῷ βοηθὸν στήριγμα Ευαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἐξ ἀμφοτέρων ἐγενήθη τὸ σπέρμα τῶν ἀνθρώπων· καὶ σὺ εἶπας ὅτι Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ. 7καὶ νῦν οὐχὶ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλ᾽ ἐπ᾽ ἀληθείας· ἐπίταξον ἐλεῆσαί με καὶ αὐτὴν καὶ συγκαταγηρᾶσαι κοινῶς. 8καὶ εἶπαν μεθ᾽ ἑαυτῶν Αμην αμην. 9καὶ ἐκοιμήθησαν τὴν νύκτα.
10Καὶ ἀναστὰς Ραγουηλ ἐκάλεσεν τοὺς οἰκέτας μεθ᾽ ἑαυτοῦ, καὶ ᾤχοντο καὶ ὤρυξαν τάφον· εἶπεν γάρ Μήποτε ἀποθάνῃ καὶ γενώμεθα κατάγελως καὶ ὀνειδισμός. 11καὶ ὅτε συνετέλεσαν ὀρύσσοντες τὸν τάφον, ἦλθεν Ραγουηλ εἰς τὸν οἶκον καὶ ἐκάλεσεν τὴν γυναῖκα αὐτοῦ 12καὶ εἶπεν Ἀπόστειλον μίαν τῶν παιδισκῶν καὶ εἰσελθοῦσα ἰδέτω εἰ ζῇ· καὶ εἰ τέθνηκεν, ὅπως ἂν θάψωμεν αὐτόν, ὅπως μηδεὶς γνῷ. 13καὶ ἀπέστειλαν τὴν παιδίσκην καὶ ἧψαν τὸν λύχνον καὶ ἤνοιξαν τὴν θύραν, καὶ εἰσῆλθεν καὶ εὗρεν αὐτοὺς καθεύδοντας καὶ ὑπνοῦντας κοινῶς. 14καὶ ἐξελθοῦσα ἡ παιδίσκη ὑπέδειξεν αὐτοῖς ὅτι ζῇ καὶ οὐδὲν κακόν ἐστιν. 15καὶ εὐλόγησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ εἶπαν Εὐλογητὸς εἶ, θεέ, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ· εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας. 16καὶ εὐλογητὸς εἶ ὅτι εὔφρανάς με, καὶ οὐκ ἐγένετο καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ᾽ ἡμῶν. 17καὶ εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος καὶ σωτηρίαν καὶ συντέλεσον τὴν ζωὴν αὐτῶν μετ᾽ εὐφροσύνης καὶ ἐλέου. 18τότε εἶπεν τοῖς οἰκέταις αὐτοῦ χῶσαι τὸν τάφον πρὸ τοῦ ὄρθρον γενέσθαι.
19Καὶ τῇ γυναικὶ εἶπεν ποιῆσαι ἄρτους πολλούς· καὶ εἰς τὸ βουκόλιον βαδίσας ἤγαγεν βόας δύο καὶ κριοὺς τέσσαρας καὶ εἶπεν συντελεῖν αὐτούς, καὶ ἤρξαντο παρασκευάζειν. 20καὶ ἐκάλεσεν Τωβιαν καὶ εἶπεν αὐτῷ Δέκα τεσσάρων ἡμερῶν οὐ μὴ κινηθῇς ἐντεῦθεν, ἀλλ᾽ αὐτοῦ μενεῖς ἔσθων καὶ πίνων παρ᾽ ἐμοὶ καὶ εὐφρανεῖς τὴν ψυχὴν τῆς θυγατρός μου τὴν κατωδυνωμένην· 21καὶ ὅσα μοι ὑπάρχει, λάμβανε αὐτόθεν τὸ ἥμισυ καὶ ὕπαγε ὑγιαίνων πρὸς τὸν πατέρα σου· καὶ τὸ ἄλλο ἥμισυ, ὅταν ἀποθάνω ἐγώ τε καὶ ἡ γυνή μου, ὑμέτερόν ἐστιν. θάρσει, παιδίον, ἐγώ σου ὁ πατὴρ καὶ Εδνα ἡ μήτηρ σου, καὶ παρὰ σοῦ ἐσμεν ἡμεῖς καὶ τῆς ἀδελφῆς σου ἀπὸ τοῦ νῦν εἰς τὸν αἰῶνα· θάρσει, παιδίον.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart