1Ὑπολαβὼν δὲ Ιωβ λέγει
2Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν,
τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,
3καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται·
ἀλλ᾽ ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστιν φαῦλα.
4βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν,
ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα·
ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
5τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ᾽ ἢ τὰ σῖτα ζητῶν;
εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
6εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός;
εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς;
7οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή·
βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.
8εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις,
καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος.
9ἀρξάμενος ὁ κύριος τρωσάτω με,
εἰς τέλος δὲ μή με ἀνελέτω.
10εἴη δέ μου πόλις τάφος, ἐφ᾽ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾽ αὐτῆς, οὐ μὴ φείσωμαι·
οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου.
11τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω;
ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;
12μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου;
ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι;
13ἦ οὐκ ἐπ᾽ αὐτῷ ἐπεποίθειν;
βοήθεια δὲ ἀπ᾽ ἐμοῦ ἄπεστιν.
14ἀπείπατό με ἔλεος,
ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με.
15οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων
ἢ ὥσπερ κῦμα παρῆλθόν με·
16οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι
ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·
17καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν,
18οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων,
ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
19ἴδετε ὁδοὺς Θαιμανων,
ἀτραποὺς Σαβων, οἱ διορῶντες·
20καὶ αἰσχύνην ὀφειλήσουσιν
οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες.
21ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως,
ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.
22τί γάρ; μή τι ὑμᾶς ᾔτησα
ἢ τῆς παρ᾽ ὑμῶν ἰσχύος ἐπιδέομαι
23ὥστε σῶσαί με ἐξ ἐχθρῶν
ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;
24διδάξατέ με, ἐγὼ δὲ κωφεύσω·
εἴ τι πεπλάνημαι, φράσατέ μοι.
25ἀλλ᾽ ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα,
οὐ γὰρ παρ᾽ ὑμῶν ἰσχὺν αἰτοῦμαι·
26οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει,
οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.
27πλὴν ὅτι ἐπ᾽ ὀρφανῷ ἐπιπίπτετε,
ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
28νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι.
29καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον,
καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
30οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον·
ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;