1πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς
καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;
2ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς
ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ.
3οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς,
νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν.
4ἐὰν κοιμηθῶ, λέγω Πότε ἡμέρα;
ὡς δ᾽ ἂν ἀναστῶ, πάλιν Πότε ἑσπέρα;
πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί.
5φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων,
τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.
6ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς,
ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι.
7μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ
καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.
8οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με·*
οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκέτι εἰμὶ‡
9ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ᾽ οὐρανοῦ.
ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι μὴ ἀναβῇ
10οὐδ᾽ οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον,
οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.
11ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου,
λαλήσω ἐν ἀνάγκῃ ὤν,
ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
12πότερον θάλασσά εἰμι ἢ δράκων,
ὅτι κατέταξας ἐπ᾽ ἐμὲ φυλακήν;
13εἶπα ὅτι Παρακαλέσει με ἡ κλίνη μου,
ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου·
14ἐκφοβεῖς με ἐνυπνίοις καὶ ἐν ὁράμασίν με καταπλήσσεις.
15ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου,
ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου.
16οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω·
ἀπόστα ἀπ᾽ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος.
17τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν
ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν
18ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωὶ
καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
19ἕως τίνος οὐκ ἐᾷς με
οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ;
20εἰ ἐγὼ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι,
ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων;
διὰ τί ἔθου με κατεντευκτήν σου,
εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον;
21καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην
καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου;
νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι,
ὀρθρίζων δὲ οὐκέτι εἰμί.