1αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς,
ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή.
2πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις,
ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν.
3πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται,
οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν.
4γενεὰ σοφίας φόβος κυρίου
καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.
5τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς,
ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν.
7πλούσιοι πτωχῶν ἄρξουσιν,
καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν.
8ὁ σπείρων φαῦλα θερίσει κακά,
πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει.
8aἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός,
ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
9ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται·
τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκεν τῷ πτωχῷ.
9aνίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς,
τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.
10ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος·
ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει.
11ἀγαπᾷ κύριος ὁσίας καρδίας,
δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι·
χείλεσιν ποιμαίνει βασιλεύς.
12οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηροῦσιν αἴσθησιν,
φαυλίζει δὲ λόγους παράνομος.
13προφασίζεται καὶ λέγει ὀκνηρός
Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.
14βόθρος βαθὺς στόμα παρανόμου,
ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν.
14aεἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός,
καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ᾽ αὐτῶν·
ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς.
15ἄνοια ἐξῆπται καρδίας νέου,
ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ᾽ αὐτοῦ.
16ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ·
δίδωσιν δὲ πλουσίῳ ἐπ᾽ ἐλάσσονι.
17Λόγοις σοφῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον,
τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν·
18καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου,
εὐφρανοῦσίν σε ἅμα ἐπὶ σοῖς χείλεσιν,
19ἵνα σου γένηται ἐπὶ κύριον ἡ ἐλπὶς
καὶ γνωρίσῃ σοι τὴν ὁδὸν αὐτοῦ.
20καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς
εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
21διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν
τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.
22Μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστιν,
καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις·
23ὁ γὰρ κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν,
καὶ ῥύσῃ σὴν ἄσυλον ψυχήν.
24μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει,
φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου,
25μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ
καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ.
26μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον·
27ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτείσῃς,
λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.
28μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.
29ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ
βασιλεῦσι δεῖ παρεστάναι
καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς.