1ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν,
νοητῶς νόει τὰ παρατιθέμενά σοι
2καὶ ἐπίβαλλε τὴν χεῖρά σου
εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι·
3εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ,
ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς.
4μὴ παρεκτείνου πένης ὢν πλουσίῳ,
τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου·
5ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτόν, οὐδαμοῦ φανεῖται,
κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ,
καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ.
6μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ
μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ·
7ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα,
οὕτως ἐσθίει καὶ πίνει.
8μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου μετ᾽ αὐτοῦ·
ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς.
9εἰς ὦτα ἄφρονος μηδὲν λέγε,
μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου.
10μὴ μεταθῇς ὅρια αἰώνια,
εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς·
11ὁ γὰρ λυτρούμενος αὐτοὺς κύριος κραταιός ἐστιν
καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ.
12δὸς εἰς παιδείαν τὴν καρδίαν σου,
τὰ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσθήσεως.
13μὴ ἀπόσχῃ νήπιον παιδεύειν,
ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ·
14σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ,
τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ.
15υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία,
εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν,
16καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη
πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσιν.
17μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς,
ἀλλὰ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν·
18ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα,
ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται.
19ἄκουε, υἱέ, καὶ σοφὸς γίνου
καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας·
20μὴ ἴσθι οἰνοπότης
μηδὲ ἐκτείνου συμβολαῖς κρεῶν τε ἀγορασμοῖς·
21πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει,
καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.
22ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε
καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ.
24καλῶς ἐκτρέφει πατὴρ δίκαιος,
ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ·
25εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί,
καὶ χαιρέτω ἡ τεκοῦσά σε.
26δός μοι, υἱέ, σὴν καρδίαν,
οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν·
27πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος,
καὶ φρέαρ στενὸν ἀλλότριον·
28οὗτος γὰρ συντόμως ἀπολεῖται,
καὶ πᾶς παράνομος ἀναλωθήσεται.
29τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσις;
τίνι ἀηδίαι καὶ λέσχαι;
τίνι συντρίμματα διὰ κενῆς;
τίνος πέλιοι οἱ ὀφθαλμοί;
30οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις;
οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται;
31μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις
καὶ ὁμιλεῖτε ἐν περιπάτοις·
ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου,
ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου,
32τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται
καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός.
33οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν,
τὸ στόμα σου τότε λαλήσει σκολιά,
34καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης
καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι·
35ἐρεῖς δέ Τύπτουσίν με, καὶ οὐκ ἐπόνεσα,
καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν·
πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ᾽ ὧν συνελεύσομαι;