1κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου·
ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις.
2ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί,
ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες.
3ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ·
ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον.
4βασιλεὺς δίκαιος ἀνίστησιν χώραν,
ἀνὴρ δὲ παράνομος κατασκάπτει.
5ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον,
περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν.
6ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς,
δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται.
7ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς,
ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν,
καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων.
8ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν,
σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν.
9ἀνὴρ σοφὸς κρίνει ἔθνη,
ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει.
10ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον,
οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ.
11ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων,
σοφὸς δὲ ταμιεύεται κατὰ μέρος.
12βασιλέως ὑπακούοντος λόγον ἄδικον
πάντες οἱ ὑπ᾽ αὐτὸν παράνομοι.
13δανιστοῦ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων
ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ κύριος.
14βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς
ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται.
15πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν,
παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ.
16πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι,
οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται.
17παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε
καὶ δώσει κόσμον τῇ ψυχῇ σου.
18οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ,
ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός.
19λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός·
ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ᾽ οὐχ ὑπακούσεται.
20ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις,
γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ.
21ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται,
ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ᾽ ἑαυτῷ.
22ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος,
ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας.
23ὕβρις ἄνδρα ταπεινοῖ,
τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριος.
24ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν·
ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν,
25φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν·
ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται.
ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα·
ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ, σωθήσεται.
26πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων,
παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί.
27βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος,
βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός.