1Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι
καὶ δεξάμενος αὐτοὺς μετανόει·
τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσιν θεῷ, καὶ παύομαι·
2ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων,
καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί·
3θεὸς δεδίδαχέν με σοφίαν,
καὶ γνῶσιν ἁγίων ἔγνωκα.
4τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη;
τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ;
τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ;
τίς ἐκράτησεν πάντων τῶν ἄκρων τῆς γῆς;
τί ὄνομα αὐτῷ, ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ, ἵνα γνῷς;
5πάντες λόγοι θεοῦ πεπυρωμένοι,
ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν·
6μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ,
ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ.
7δύο αἰτοῦμαι παρὰ σοῦ,
μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με·
8μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον,
πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς,
σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη,
9ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾷ;
ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ.
10μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου.
μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς.
11ἔκγονον κακὸν πατέρα καταρᾶται,
τὴν δὲ μητέρα οὐκ εὐλογεῖ·
12ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει,
τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν·
13ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει,
τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται·
14ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει
καὶ τὰς μύλας τομίδας, ὥστε ἀναλίσκειν
καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς
καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων.
15Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι,
καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν,
καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν Ἱκανόν·
16ᾅδης καὶ ἔρως γυναικὸς
καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος
καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ.
17ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός,
ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων,
καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
18τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι,
καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω·
19ἴχνη ἀετοῦ πετομένου
καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας
καὶ τρίβους νηὸς ποντοπορούσης
καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.
20τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος,
ἥ, ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι ἄτοπον.
21διὰ τριῶν σείεται ἡ γῆ,
τὸ δὲ τέταρτον οὐ δύναται φέρειν·
22ἐὰν οἰκέτης βασιλεύσῃ,
καὶ ἄφρων πλησθῇ σιτίων,
23καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν,
καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
24τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς,
ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν·
25οἱ μύρμηκες, οἷς μὴ ἔστιν ἰσχὺς
καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν·
26καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν,
οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
27ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς
καὶ ἐκστρατεύει ἀφ᾽ ἑνὸς κελεύσματος εὐτάκτως·
28καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν
κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέως.
29τρία δέ ἐστιν, ἃ εὐόδως πορεύεται,
καὶ τὸ τέταρτον, ὃ καλῶς διαβαίνει·
30σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν,
ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος,
31καὶ ἀλέκτωρ ἐμπεριπατῶν θηλείαις εὔψυχος
καὶ τράγος ἡγούμενος αἰπολίου
καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.
32ἐὰν πρόῃ σεαυτὸν εἰς εὐφροσύνην
καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ.
33ἄμελγε γάλα, καὶ ἔσται βούτυρον·
ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα·
ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι.