1Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε,
ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς,
2ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν·
αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι.
3μὴ πρόσεχε φαύλῃ γυναικί·
μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης,
ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα,
4ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις
καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.
5τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν
τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην,
τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται·
6ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται,
σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.
7νῦν οὖν, υἱέ, ἄκουέ μου
καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους·
8μακρὰν ποίησον ἀπ᾽ αὐτῆς σὴν ὁδόν,
μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς,
9ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου
καὶ σὸν βίον ἀνελεήμοσιν,
10ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος,
οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν,
11καὶ μεταμεληθήσῃ ἐπ᾽ ἐσχάτων,
ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου,
12καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν,
καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου·
13οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με
οὐδὲ παρέβαλλον τὸ οὖς μου·
14παρ᾽ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ
ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς.
15πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων
καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.
16μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς,
εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα·
17ἔστω σοι μόνῳ ὑπάρχοντα,
καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι·
18ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία,
καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου.
19ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι,
ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ
ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ.
20μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν
μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας·
21ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός,
εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.
22παρανομίαι ἄνδρα ἀγρεύουσιν,
σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται·
23οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων,
ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ
ἀπώλετο δι᾽ ἀφροσύνην.