1Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον,
παραδώσεις σὴν χεῖρα ἐχθρῷ·
2παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη,
καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.
3ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σῴζου —
ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον —
ἴθι μὴ ἐκλυόμενος,
παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐνεγυήσω·
4μὴ δῷς ὕπνον σοῖς ὄμμασιν
μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις,
5ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων
καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.
6Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ,
καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ
καὶ γενοῦ ἐκείνου σοφώτερος·
7ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος
μηδὲ τὸν ἀναγκάζοντα ἔχων
μηδὲ ὑπὸ δεσπότην ὢν
8ἑτοιμάζεται θέρους τὴν τροφὴν
πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν.
8aἢ πορεύθητι πρὸς τὴν μέλισσαν
καὶ μάθε ὡς ἐργάτις ἐστὶν
τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται,
8bἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται,
ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος·
8cκαίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής,
τὴν σοφίαν τιμήσασα προήχθη.
9ἕως τίνος, ὀκνηρέ, κατάκεισαι;
πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ;
10ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις,
ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη·
11εἶτ᾽ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία
καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.
11aἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου,
ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.
12Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·
13ὁ δ᾽ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί,
διδάσκει δὲ ἐννεύμασιν δακτύλων,
14διεστραμμένῃ δὲ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ·
ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει.
15διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ,
διακοπὴ καὶ συντριβὴ ἀνίατος.
16ὅτι χαίρει πᾶσιν, οἷς μισεῖ ὁ κύριος,
συντρίβεται δὲ δι᾽ ἀκαθαρσίαν ψυχῆς·
17ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος,
χεῖρες ἐκχέουσαι αἷμα δικαίου
18καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς
καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν·
19ἐκκαίει ψεύδη μάρτυς ἄδικος
καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.
20Υἱέ, φύλασσε νόμους πατρός σου
καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
21ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντὸς
καὶ ἐγκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.
22ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω·
ὡς δ᾽ ἂν καθεύδῃς, φυλασσέτω σε,
ἵνα ἐγειρομένῳ συλλαλῇ σοι·
23ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς,
καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία
24τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου
καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
25μή σε νικήσῃ κάλλους ἐπιθυμία,
μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς
μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων·
26τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου,
γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.
27ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;
28ἢ περιπατήσει τις ἐπ᾽ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει;
29οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον,
οὐκ ἀθῳωθήσεται οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.
30οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων,
κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·
31ἐὰν δὲ ἁλῷ, ἀποτείσει ἑπταπλάσια
καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν.
32ὁ δὲ μοιχὸς δι᾽ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται,
33ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει,
τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.
34μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς·
οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως,
35οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν
οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.