1Υἱέ, φύλασσε ἐμοὺς λόγους,
τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ·
1aυἱέ, τίμα τὸν κύριον, καὶ ἰσχύσεις,
πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.
2φύλαξον ἐμὰς ἐντολάς, καὶ βιώσεις,
τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων·
3περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις,
ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
4εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι,
τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ,
5ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς,
ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται.
6ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα,
7ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν
8παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς
9καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ,
ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης,
10ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν,
ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.
11ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος,
ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·
12χρόνον γάρ τινα ἔξω ῥέμβεται,
χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.
13εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν,
ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ
14Θυσία εἰρηνική μοί ἐστιν,
σήμερον ἀποδίδωμι τὰς εὐχάς μου·
15ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι,
ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε·
16κειρίαις τέτακα τὴν κλίνην μου,
ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ᾽ Αἰγύπτου·
17διέρραγκα τὴν κοίτην μου κρόκῳ,
τὸν δὲ οἶκόν μου κινναμώμῳ·
18ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου,
δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι·
19οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ,
πεπόρευται δὲ ὁδὸν μακρὰν
20ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ,
δι᾽ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.
21ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ
βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν.
22ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς,
ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται
καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς
23ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ,
σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα
οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
24νῦν οὖν, υἱέ, ἄκουέ μου
καὶ πρόσεχε ῥήμασιν στόματός μου·
25μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου·
26πολλοὺς γὰρ τρώσασα καταβέβληκεν,
καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν·
27ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς
κατάγουσαι εἰς τὰ ταμιεῖα τοῦ θανάτου.