1Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον
καὶ ὑπήρεισεν στύλους ἑπτά·
2ἔσφαξεν τὰ ἑαυτῆς θύματα,
ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον
καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν·
3ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους
συγκαλούσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα
4Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με·
καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν
5Ἔλθατε φάγετε τῶν ἐμῶν ἄρτων
καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν·
6ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε,
καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε,
καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.
7Ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν,
ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.
8μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε·
ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε.
9δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται·
γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.
10ἀρχὴ σοφίας φόβος κυρίου,
καὶ βουλὴ ἁγίων σύνεσις·
10aτὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς·
11τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον,
καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.
12υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον·
ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀναντλήσεις κακά.
12aὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους,
ὁ δ᾽ αὐτὸς διώξεται ὄρνεα πετόμενα·
12bἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος,
τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται·
12cδιαπορεύεται δὲ δι᾽ ἀνύδρου ἐρήμου
καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν,
συνάγει δὲ χερσὶν ἀκαρπίαν.
13Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται,
ἣ οὐκ ἐπίσταται αἰσχύνην·
14ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου
ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις
15προσκαλουμένη τοὺς παριόντας
καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν
16Ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με·
ἐνδεέσι δὲ φρονήσεως παρακελεύομαι λέγουσα
17Ἄρτων κρυφίων ἡδέως ἅψασθε
καὶ ὕδατος κλοπῆς γλυκεροῦ.
18ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ᾽ αὐτῇ ὄλλυνται,
καὶ ἐπὶ πέτευρον ᾅδου συναντᾷ.
18aἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ
μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν·
18bοὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον
καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον·
18cἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου
καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς,
18dἵνα πολὺν ζήσῃς χρόνον,
προστεθῇ δέ σοι ἔτη ζωῆς.