1Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός.
Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,
2ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη,
ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ
3καὶ λόγοις μίσους ἐκύκλωσάν με
καὶ ἐπολέμησάν με δωρεάν.
4ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με,
ἐγὼ δὲ προσευχόμην·
5καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν
καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
6κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλόν,
καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·
7ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος,
καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν.
8γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι,
καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος·
9γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ
καὶ ἡ γυνὴ αὐτοῦ χήρα·
10σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν,
ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
11ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ,
διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ·
12μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ,
μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·
13γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν,
ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ.
14ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου,
καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·
15γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός,
καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν,
16ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος
καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν
καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.
17καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ·
καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾽ αὐτοῦ.
18καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον,
καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ
καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·
19γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται,
καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς περιζώννυται.
20τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου
καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
21καὶ σύ, κύριε κύριε, ποίησον μετ᾽ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου,
ὅτι χρηστὸν τὸ ἔλεός σου.
22ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι,
καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.
23ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην,
ἐξετινάχθην ὡσεὶ ἀκρίδες.
24τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας,
καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον.
25καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς·
εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
26βοήθησόν μοι, κύριε ὁ θεός μου,
σῶσόν με κατὰ τὸ ἔλεός σου,
27καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη
καὶ σύ, κύριε, ἐποίησας αὐτήν.
28καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις·
οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν,
ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.
29ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν
καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτῶν.
30ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου
καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν,
31ὅτι παρέστη ἐκ δεξιῶν πένητος
τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.