1Αλληλουια.
Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
2εἰπάτω δὴ οἶκος Ισραηλ ὅτι ἀγαθός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
3εἰπάτω δὴ οἶκος Ααρων ὅτι ἀγαθός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
4εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον ὅτι ἀγαθός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
5ἐν θλίψει ἐπεκαλεσάμην τὸν κύριον,
καὶ ἐπήκουσέν μου εἰς πλατυσμόν.
6κύριος ἐμοὶ βοηθός,
οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
7κύριος ἐμοὶ βοηθός,
κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.
8ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον
ἢ πεποιθέναι ἐπ᾽ ἄνθρωπον·
9ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον
ἢ ἐλπίζειν ἐπ᾽ ἄρχοντας.
10πάντα τὰ ἔθνη ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς·
11κυκλώσαντες ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς·
12ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον
καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις,
καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς.
13ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν,
καὶ ὁ κύριος ἀντελάβετό μου.
14ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος
καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
15φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων
Δεξιὰ κυρίου ἐποίησεν δύναμιν,
16δεξιὰ κυρίου ὕψωσέν με,
δεξιὰ κυρίου ἐποίησεν δύναμιν.
17οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι
καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου.
18παιδεύων ἐπαίδευσέν με ὁ κύριος
καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με.
19ἀνοίξατέ μοι πύλας δικαιοσύνης·
εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ.
20αὕτη ἡ πύλη τοῦ κυρίου,
δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
21ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου
καὶ ἐγένου μοι εἰς σωτηρίαν.
22λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
23παρὰ κυρίου ἐγένετο αὕτη
καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
24αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος·
ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
25ὦ κύριε, σῶσον δή,
ὦ κύριε, εὐόδωσον δή.
26εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·
εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου κυρίου.
27θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν·
συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν
ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.
28θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι·
θεός μου εἶ σύ, καὶ ὑψώσω σε·
ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου
καὶ ἐγένου μοι εἰς σωτηρίαν.
29ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.