1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με·
2σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου,
σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
3τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας
καὶ πάσας τὰς ὁδούς μου προεῖδες.
4ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου,
5ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα·
σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου.
6ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ·
ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
7ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου
καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
8ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ·
ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
9ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον
καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
10καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με,
καὶ καθέξει με ἡ δεξιά σου.
11καὶ εἶπα Ἄρα σκότος καταπατήσει με,
καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·
12ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ,
καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται·
ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
13ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε,
ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
14ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθην·
θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα.
15οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ.
καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς·
16τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου,
καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται·
ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς.
17ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός,
λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·
18ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται·
ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
19ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ θεός,
ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾽ ἐμοῦ.
20ὅτι ἐρεῖς εἰς διαλογισμόν·
λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου.
21οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα
καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην;
22τέλειον μῖσος ἐμίσουν αὐτούς,
εἰς ἐχθροὺς ἐγένοντό μοι.
23δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου,
ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου
24καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί,
καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.