1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
2Ἐξελοῦ με, κύριε, ἐξ ἀνθρώπου πονηροῦ,
ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με,
3οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ,
ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·
4ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως,
ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.
διάψαλμα.
5φύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ,
ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με,
οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου·
6ἔκρυψαν ὑπερήφανοι παγίδα μοι
καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου,
ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι.
διάψαλμα.
7εἶπα τῷ κυρίῳ Θεός μου εἶ σύ·
ἐνώτισαι, κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου.
8κύριε κύριε δύναμις τῆς σωτηρίας μου,
ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.
9μὴ παραδῷς με, κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ·
διελογίσαντο κατ᾽ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν.
διάψαλμα.
10ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν,
κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.
11πεσοῦνται ἐπ᾽ αὐτοὺς ἄνθρακες,
ἐν πυρὶ καταβαλεῖς αὐτούς,
ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν.
12ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς,
ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.
13ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ
καὶ τὴν δίκην τῶν πενήτων.
14πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου,
καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.