1Αἴνεσις τῷ Δαυιδ.
Ὑψώσω σε, ὁ θεός μου ὁ βασιλεύς μου,
καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
2καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε
καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
3μέγας κύριος καὶ αἰνετὸς σφόδρα,
καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας.
4γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου
καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσιν.
5τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσιν
καὶ τὰ θαυμάσιά σου διηγήσονται.
6καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν
καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.
7μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται
καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
8οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος,
μακρόθυμος καὶ πολυέλεος.
9χρηστὸς κύριος τοῖς σύμπασιν,
καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
10ἐξομολογησάσθωσάν σοι, κύριε, πάντα τὰ ἔργα σου,
καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.
11δόξαν τῆς βασιλείας σου ἐροῦσιν
καὶ τὴν δυναστείαν σου λαλήσουσιν
12τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου
καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.
13ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων,
καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
13aπιστὸς κύριος ἐν τοῖς λόγοις αὐτοῦ
καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
14ὑποστηρίζει κύριος πάντας τοὺς καταπίπτοντας
καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους.
15οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν,
καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.
16ἀνοίγεις σὺ τὴν χεῖρά σου
καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.
17δίκαιος κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ
καὶ ὅσιος ἐν πᾶσιν τοῖς ἔργοις αὐτοῦ.
18ἐγγὺς κύριος πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτόν,
πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.
19θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει
καὶ τῆς δεήσεως αὐτῶν ἐπακούσεται καὶ σώσει αὐτούς.
20φυλάσσει κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν
καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολεθρεύσει.
21αἴνεσιν κυρίου λαλήσει τὸ στόμα μου,
καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.