1Εἰς τὸ τέλος· τῷ παιδὶ κυρίου τῷ Δαυιδ, ἃ ἐλάλησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ, ᾗ ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ, 2καὶ εἶπεν
Ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου.
3κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου,
ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν,
ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου.
4αἰνῶν ἐπικαλέσομαι κύριον
καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
5περιέσχον με ὠδῖνες θανάτου,
καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με
6ὠδῖνες ᾅδου περιεκύκλωσάν με,
προέφθασάν με παγίδες θανάτου.
7καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον
καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα·
ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου,
καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.
8καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ,
καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν
καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ θεός.
9ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ,
καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν,
ἄνθρακες ἀνήφθησαν ἀπ᾽ αὐτοῦ.
10καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη,
καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.
11καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσθη,
ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.
12καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ·
κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ,
σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων.
13ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον,
χάλαζα καὶ ἄνθρακες πυρός.
14καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος,
καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ·
15καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς
καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς.
16καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων,
καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης
ἀπὸ ἐπιτιμήσεώς σου, κύριε,
ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.
17ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με,
προσελάβετό με ἐξ ὑδάτων πολλῶν.
18ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν
καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.
19προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου,
καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου
20καὶ ἐξήγαγέν με εἰς πλατυσμόν,
ῥύσεταί με, ὅτι ἠθέλησέν με.
ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν
καὶ ἐκ τῶν μισούντων με.
21καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου
καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι,
22ὅτι ἐφύλαξα τὰς ὁδοὺς κυρίου
καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου,
23ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου,
καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησα ἀπ᾽ ἐμοῦ.
24καὶ ἔσομαι ἄμωμος μετ᾽ αὐτοῦ
καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
25καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου
καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
26μετὰ ὁσίου ὁσιωθήσῃ
καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ
27καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ
καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
28ὅτι σὺ λαὸν ταπεινὸν σώσεις
καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις.
29ὅτι σὺ φωτιεῖς λύχνον μου, κύριε·
ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου.
30ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου
καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος.
31ὁ θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ,
τὰ λόγια κυρίου πεπυρωμένα,
ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ᾽ αὐτόν.
32ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου;
καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν;
33ὁ θεὸς ὁ περιζωννύων με δύναμιν
καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου,
34ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου
καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με,
35διδάσκων χεῖράς μου εἰς πόλεμον
καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου·
36καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου,
καὶ ἡ δεξιά σου ἀντελάβετό μου,
καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος,
καὶ ἡ παιδεία σου αὐτή με διδάξει.
37ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου,
καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου.
38καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτοὺς
καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν·
39ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι,
πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
40καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον,
συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ᾽ ἐμὲ ὑποκάτω μου
41καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον
καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας.
42ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων,
πρὸς κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.
43καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου,
ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.
44ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ,
καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν·
λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι,
45εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι·
υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,
46υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν
καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
47ζῇ κύριος, καὶ εὐλογητὸς ὁ θεός μου,
καὶ ὑψωθήτω ὁ θεὸς τῆς σωτηρίας μου,
48ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ
καὶ ὑποτάξας λαοὺς ὑπ᾽ ἐμέ,
49ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων,
ἀπὸ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ ὑψώσεις με,
ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.
50διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, κύριε,
καὶ τῷ ὀνόματί σου ψαλῶ,
51μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ
καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ,
τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.