1Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαυιδ.
2Ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με
καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾽ ἐμέ.
3κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·
4κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,
ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
5ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ,
καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·
6ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,
καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ·
τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς
καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.
7ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου
Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
8κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν·
ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.
9πρὸς σέ, κύριε, κεκράξομαι
καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι
10Τίς ὠφέλεια ἐν τῷ αἵματί μου,
ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;
μὴ ἐξομολογήσεταί σοι χοῦς
ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
11ἤκουσεν κύριος καὶ ἠλέησέν με,
κύριος ἐγενήθη βοηθός μου.
12ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί,
διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
13ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ·
κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.