1Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε εἰς σύνεσιν ψαλμός.
2Ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν,
οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν
ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
3ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν, καὶ κατεφύτευσας αὐτούς,
ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς.
4οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν,
καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς,
ἀλλ᾽ ἡ δεξιά σου καὶ ὁ βραχίων σου
καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς.
5σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου
ὁ ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ·
6ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν
καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους ἡμῖν.
7οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ,
καὶ ἡ ῥομφαία μου οὐ σώσει με·
8ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς
καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.
9ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν
καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα.
διάψαλμα.
10νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς
καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν·
11ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν,
καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς.
12ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως
καὶ ἐν τοῖς ἔθνεσιν διέσπειρας ἡμᾶς·
13ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς,
καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν.
14ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν,
μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν·
15ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν,
κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.
16ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν,
καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με
17ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος,
ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.
18ταῦτα πάντα ἦλθεν ἐφ᾽ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου
καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου,
19καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν·
καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.
20ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως,
καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.
21εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν
καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον,
22οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα;
αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας.
23ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν,
ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
24ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε;
ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος.
25ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις,
ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;
26ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν,
ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν.
27ἀνάστα, κύριε, βοήθησον ἡμῖν
καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.