1Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε· δευτέρᾳ σαββάτου.
2Μέγας κύριος καὶ αἰνετὸς σφόδρα
ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ,
3εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς.
ὄρη Σιων, τὰ πλευρὰ τοῦ βορρᾶ,
ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου,
4ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται,
ὅταν ἀντιλαμβάνηται αὐτῆς.
5ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν,
ἤλθοσαν ἐπὶ τὸ αὐτό·
6αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν,
ἐταράχθησαν, ἐσαλεύθησαν,
7τρόμος ἐπελάβετο αὐτῶν,
ἐκεῖ ὠδῖνες ὡς τικτούσης.
8ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις.
9καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν
ἐν πόλει κυρίου τῶν δυνάμεων,
ἐν πόλει τοῦ θεοῦ ἡμῶν·
ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
διάψαλμα.
10ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου
ἐν μέσῳ τοῦ ναοῦ σου.
11κατὰ τὸ ὄνομά σου, ὁ θεός,
οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς·
δικαιοσύνης πλήρης ἡ δεξιά σου.
12εὐφρανθήτω τὸ ὄρος Σιων,
ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας
ἕνεκεν τῶν κριμάτων σου, κύριε.
13κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν,
διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς,
14θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς
καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς,
ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν.
15ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.