1Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός.
2Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη,
ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,
3οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων,
ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης.
4τὸ στόμα μου λαλήσει σοφίαν
καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν·
5κλινῶ εἰς παραβολὴν τὸ οὖς μου,
ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.
6ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ;
ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με.
7οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν
καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι,
8ἀδελφὸς οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος;
οὐ δώσει τῷ θεῷ ἐξίλασμα αὐτοῦ
9καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ.
10καὶ ἐκόπασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος,
ὅτι οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας.
11ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται
καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν,
12καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα,
σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν.
13καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν,
παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.
14αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς,
καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν.
διάψαλμα.
15ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμαίνει αὐτούς·
καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωί,
καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν.
16πλὴν ὁ θεὸς λυτρώσεται τὴν ψυχήν μου
ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με.
διάψαλμα.
17μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος
καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ·
18ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα,
οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.
19ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται·
ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ.
20εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ,
ἕως αἰῶνος οὐκ ὄψεται φῶς.
21ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν,
παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.