1Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ εἰς τὸ σπήλαιον.
2Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με,
ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου
καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ,
ἕως οὗ παρέλθῃ ἡ ἀνομία.
3κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον,
τὸν θεὸν τὸν εὐεργετήσαντά με.
4ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με,
ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με.
διάψαλμα.
ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ
5καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων.
ἐκοιμήθην τεταραγμένος·
υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη,
καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
6ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,
καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
7παγίδα ἡτοίμασαν τοῖς ποσίν μου
καὶ κατέκαμψαν τὴν ψυχήν μου·
ὤρυξαν πρὸ προσώπου μου βόθρον
καὶ ἐνέπεσαν εἰς αὐτόν.
διάψαλμα.
8ἑτοίμη ἡ καρδία μου, ὁ θεός,
ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ.
9ἐξεγέρθητι, ἡ δόξα μου·
ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα·
ἐξεγερθήσομαι ὄρθρου.
10ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε,
ψαλῶ σοι ἐν ἔθνεσιν,
11ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου
καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
12ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,
καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.