1Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ Δαυιδ εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γεθ.
2Ἐλέησόν με, κύριε, ὅτι κατεπάτησέν με ἄνθρωπος,
ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με.
3κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν,
ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους.
4ἡμέρας φοβηθήσομαι, ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ.
5ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν.
ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι σάρξ;
6ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο,
κατ᾽ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
7παροικήσουσιν καὶ κατακρύψουσιν·
αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν,
καθάπερ ὑπέμειναν τὴν ψυχήν μου.
8ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς,
ἐν ὀργῇ λαοὺς κατάξεις, ὁ θεός.
9τὴν ζωήν μου ἐξήγγειλά σοι,
ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου.
10ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω,
ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε·
ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ.
11ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα,
ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον.
12ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
13ἐν ἐμοί, ὁ θεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι,
14ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου
καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος
τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων.