1Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· ἀναστάσεως.
Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ,
2ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ,
δότε δόξαν αἰνέσει αὐτοῦ.
3εἴπατε τῷ θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου·
ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου·
4πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι,
ψαλάτωσαν τῷ ὀνόματί σου.
διάψαλμα.
5δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ·
φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
6ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν,
ἐν ποταμῷ διελεύσονται ποδί.
ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾽ αὐτῷ,
7τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος·
οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν,
οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.
διάψαλμα.
8εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν
καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,
9τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν
καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.
10ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ θεός,
ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον·
11εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,
ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.
12ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν,
διήλθομεν διὰ πυρὸς καὶ ὕδατος,
καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
13εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν,
ἀποδώσω σοι τὰς εὐχάς μου,
14ἃς διέστειλεν τὰ χείλη μου
καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου·
15ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι
μετὰ θυμιάματος καὶ κριῶν,
ποιήσω σοι βόας μετὰ χιμάρων.
διάψαλμα.
16δεῦτε ἀκούσατε καὶ διηγήσομαι,
πάντες οἱ φοβούμενοι τὸν θεόν,
ὅσα ἐποίησεν τῇ ψυχῇ μου.
17πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα
καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου
18Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου,
μὴ εἰσακουσάτω κύριος.
19διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός,
προσέσχεν τῇ φωνῇ τῆς δεήσεώς μου.
20εὐλογητὸς ὁ θεός, ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου
καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾽ ἐμοῦ.