1Ψαλμὸς τῷ Ασαφ.
Ὡς ἀγαθὸς τῷ Ισραηλ ὁ θεός,
τοῖς εὐθέσι τῇ καρδίᾳ.
2ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες,
παρ᾽ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.
3ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις
εἰρήνην ἁμαρτωλῶν θεωρῶν,
4ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ θανάτῳ αὐτῶν
καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν·
5ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν
καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.
6διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία,
περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν.
7ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν
διήλθοσαν εἰς διάθεσιν καρδίας·
8διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ,
ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·
9ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν,
καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.
10διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα,
καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς.
11καὶ εἶπαν Πῶς ἔγνω ὁ θεός,
καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ;
12ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται·
εἰς τὸν αἰῶνα κατέσχον πλούτου.
13καὶ εἶπα Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου
καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου·
14καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν,
καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας.
15εἰ ἔλεγον Διηγήσομαι οὕτως,
ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα.
16καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο·
κόπος ἐστὶν ἐναντίον μου,
17ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ καὶ
συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.
18πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς,
κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι.
19πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα·
ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.
20ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου,
κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
21ὅτι ἐξεκαύθη ἡ καρδία μου,
καὶ οἱ νεφροί μου ἠλλοιώθησαν,
22καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων,
κτηνώδης ἐγενόμην παρὰ σοί.
23καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ,
ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου,
24ἐν τῇ βουλῇ σου ὡδήγησάς με
καὶ μετὰ δόξης προσελάβου με.
25τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ,
καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;
26ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου,
ὁ θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα.
27ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται,
ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
28ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν,
τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου
τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου
ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων.