1Ὠιδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορε· εἰς τὸ τέλος, ὑπὲρ μαελεθ τοῦ ἀποκριθῆναι· συνέσεως Αιμαν τῷ Ισραηλίτῃ.
2Κύριε ὁ θεὸς τῆς σωτηρίας μου,
ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
3εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου,
κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, κύριε.
4ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου,
καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν·
5προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον,
ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,
6ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ,
ὧν οὐκ ἐμνήσθης ἔτι
καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
7ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ,
ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
8ἐπ᾽ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου,
καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ᾽ ἐμὲ ἐπήγαγες.
διάψαλμα.
9ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ,
ἔθεντό με βδέλυγμα ἑαυτοῖς,
παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
10οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας·
ἐκέκραξα πρὸς σέ, κύριε, ὅλην τὴν ἡμέραν,
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου
11Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια;
ἢ ἰατροὶ ἀναστήσουσιν, καὶ ἐξομολογήσονταί σοι;
12μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου
καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
13μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου
καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
14κἀγὼ πρὸς σέ, κύριε, ἐκέκραξα,
καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε.
15ἵνα τί, κύριε, ἀπωθεῖς τὴν ψυχήν μου,
ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ;
16πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου,
ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
17ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί σου,
καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με,
18ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν,
περιέσχον με ἅμα.
19ἐμάκρυνας ἀπ᾽ ἐμοῦ φίλον καὶ πλησίον
καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.