1Συνέσεως Αιθαν τῷ Ισραηλίτῃ.
2Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι,
εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου,
3ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται·
ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου
4Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου,
ὤμοσα Δαυιδ τῷ δούλῳ μου
5Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου
καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.
διάψαλμα.
6ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε,
καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.
7ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ,
καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;
8ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων,
μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
9κύριε ὁ θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι;
δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.
10σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης,
τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις.
11σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον
καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου.
12σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ·
τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας.
13τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας,
Θαβωρ καὶ Ερμων ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
14σὸς ὁ βραχίων μετὰ δυναστείας·
κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.
15δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου,
ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου.
16μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν·
κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται
17καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν
καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται.
18ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ,
καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.
19ὅτι τοῦ κυρίου ἡ ἀντίλημψις
καὶ τοῦ ἁγίου Ισραηλ βασιλέως ἡμῶν.
20τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου
καὶ εἶπας Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν,
ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου·
21εὗρον Δαυιδ τὸν δοῦλόν μου,
ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
22ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ,
καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν·
23οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ,
καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν·
24καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ
καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.
25καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾽ αὐτοῦ,
καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ·
26καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ
καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.
27αὐτὸς ἐπικαλέσεταί με Πατήρ μου εἶ σύ,
θεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου·
28κἀγὼ πρωτότοκον θήσομαι αὐτόν,
ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιν τῆς γῆς.
29εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου,
καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ·
30καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ
καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.
31ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου
καὶ τοῖς κρίμασίν μου μὴ πορευθῶσιν,
32ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν
καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν,
33ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν
καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν,
34τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾽ αὐτοῦ
οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου
35οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου
καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.
36ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυιδ ψεύσομαι
37Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ
καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου
38καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα·
καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.
διάψαλμα.
39σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας,
ἀνεβάλου τὸν χριστόν σου·
40κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου,
ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.
41καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ,
ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν·
42διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν,
ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ.
43ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ,
εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ·
44ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ
καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.
45κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν,
τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας·
46ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ,
κατέχεας αὐτοῦ αἰσχύνην.
διάψαλμα.
47ἕως πότε, κύριε, ἀποστρέψεις εἰς τέλος,
ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;
48μνήσθητι τίς μου ἡ ὑπόστασις·
μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;
49τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον,
ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου;
διάψαλμα.
50ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε,
ἃ ὤμοσας τῷ Δαυιδ ἐν τῇ ἀληθείᾳ σου;
51μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου,
οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν,
52οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε,
οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου.
53Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα.
γένοιτο γένοιτο.