1καὶ ἰδὼν Βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν Ισραηλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον. 2καὶ ἐξάρας Βαλααμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς. καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ, 3καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπενΦησὶν Βαλααμ υἱὸς Βεωρ,
φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,
4φησὶν ἀκούων λόγια θεοῦ,
ὅστις ὅρασιν θεοῦ εἶδεν
ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ
5Ὡς καλοί σου οἱ οἶκοι, Ιακωβ,
αἱ σκηναί σου, Ισραηλ·
6ὡσεὶ νάπαι σκιάζουσαι
καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν
καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξεν κύριος,
ὡσεὶ κέδροι παρ᾽ ὕδατα.
7ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ
καὶ κυριεύσει ἐθνῶν πολλῶν,
καὶ ὑψωθήσεται ἢ Γωγ βασιλεία αὐτοῦ,
καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ.
8θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου,
ὡς δόξα μονοκέρωτος αὐτῷ·
ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ
καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ
καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν.
9κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος·
τίς ἀναστήσει αὐτόν;
οἱ εὐλογοῦντές σε εὐλόγηνται,
καὶ οἱ καταρώμενοί σε κεκατήρανται.
10καὶ ἐθυμώθη Βαλακ ἐπὶ Βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο· 11νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα Τιμήσω σε, καὶ νῦν ἐστέρησέν σε κύριος τῆς δόξης. 12καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων 13Ἐάν μοι δῷ Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ᾽ ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ὁ θεός, ταῦτα ἐρῶ; 14καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν.
15Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν
Φησὶν Βαλααμ υἱὸς Βεωρ,
φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,
16ἀκούων λόγια θεοῦ,
ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου
καὶ ὅρασιν θεοῦ ἰδὼν
ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ
17Δείξω αὐτῷ, καὶ οὐχὶ νῦν·
μακαρίζω, καὶ οὐκ ἐγγίζει·
ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ,
καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ
καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωαβ
καὶ προνομεύσει πάντας υἱοὺς Σηθ.
18καὶ ἔσται Εδωμ κληρονομία,
καὶ ἔσται κληρονομία Ησαυ ὁ ἐχθρὸς αὐτοῦ·
καὶ Ισραηλ ἐποίησεν ἐν ἰσχύι.
19καὶ ἐξεγερθήσεται ἐξ Ιακωβ
καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως.
20καὶ ἰδὼν τὸν Αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν
Ἀρχὴ ἐθνῶν Αμαληκ,
καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.
21καὶ ἰδὼν τὸν Καιναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν
Ἰσχυρὰ ἡ κατοικία σου·
καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,
22καὶ ἐὰν γένηται τῷ Βεωρ νεοσσιὰ πανουργίας,
Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν.
23καὶ ἰδὼν τὸν Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν
Ὦ ὦ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ θεός;
24καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων
καὶ κακώσουσιν Ασσουρ καὶ κακώσουσιν Εβραίους,
καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.
25καὶ ἀναστὰς Βαλααμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ, καὶ Βαλακ ἀπῆλθεν πρὸς ἑαυτόν.