NUMERI 25
1Καὶ κατέλυσεν Ισραηλ ἐν Σαττιν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωαβ. 2καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν. 3καὶ ἐτελέσθη Ισραηλ τῷ Βεελφεγωρ· καὶ ὠργίσθη θυμῷ κύριος τῷ Ισραηλ. 4καὶ εἶπεν κύριος τῷ Μωυσῇ Λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ Ισραηλ. 5καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς Ισραηλ Ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγωρ.
6Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν Ισραηλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 7καὶ ἰδὼν Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ 8εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ισραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ισραηλ. 9καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
10Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 11Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν Ισραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ζήλῳ μου. 12οὕτως εἰπόν Ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης, 13καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθ᾽ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ισραηλ. 14τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατριᾶς τῶν Συμεων· 15καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ, οἴκου πατριᾶς ἐστιν τῶν Μαδιαν.
16Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων 17Ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς, 18ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογωρ.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart