1Καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων 2Λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ᾽ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ. 3καὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων 4Ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. Καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου· 5Ρουβην πρωτότοκος Ισραηλ. υἱοὶ δὲ Ρουβην· Ενωχ καὶ δῆμος τοῦ Ενωχ· τῷ Φαλλου δῆμος τοῦ Φαλλουι· 6τῷ Ασρων δῆμος τοῦ Ασρωνι· τῷ Χαρμι δῆμος τοῦ Χαρμι. 7οὗτοι δῆμοι Ρουβην· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα. — 8καὶ υἱοὶ Φαλλου· Ελιαβ. 9καὶ υἱοὶ Ελιαβ· Ναμουηλ καὶ Δαθαν καὶ Αβιρων· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ααρων ἐν τῇ συναγωγῇ Κορε ἐν τῇ ἐπισυστάσει κυρίου, 10καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ, 11οἱ δὲ υἱοὶ Κορε οὐκ ἀπέθανον.
12Καὶ οἱ υἱοὶ Συμεων· ὁ δῆμος τῶν υἱῶν Συμεων· τῷ Ναμουηλ δῆμος ὁ Ναμουηλι· τῷ Ιαμιν δῆμος ὁ Ιαμινι· τῷ Ιαχιν δῆμος ὁ Ιαχινι· 13τῷ Ζαρα δῆμος ὁ Ζαραϊ· τῷ Σαουλ δῆμος ὁ Σαουλι. 14οὗτοι δῆμοι Συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.
15Υἱοὶ δὲ Ιουδα· Ηρ καὶ Αυναν· καὶ ἀπέθανεν Ηρ καὶ Αυναν ἐν γῇ Χανααν. 16ἐγένοντο δὲ οἱ υἱοὶ Ιουδα κατὰ δήμους αὐτῶν· τῷ Σηλων δῆμος ὁ Σηλωνι· τῷ Φαρες δῆμος ὁ Φαρες· τῷ Ζαρα δῆμος ὁ Ζαραϊ. 17καὶ ἐγένοντο υἱοὶ Φαρες· τῷ Ασρων δῆμος ὁ Ασρωνι· τῷ Ιαμουν δῆμος ὁ Ιαμουνι. 18οὗτοι δῆμοι τῷ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.
19Καὶ υἱοὶ Ισσαχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλα δῆμος ὁ Θωλαϊ· τῷ Φουα δῆμος ὁ Φουαϊ· 20τῷ Ιασουβ δῆμος ὁ Ιασουβι· τῷ Σαμαραν δῆμος ὁ Σαμαρανι. 21οὗτοι δῆμοι Ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι.
22Υἱοὶ Ζαβουλων κατὰ δήμους αὐτῶν· τῷ Σαρεδ δῆμος ὁ Σαρεδι· τῷ Αλλων δῆμος ὁ Αλλωνι· τῷ Αλληλ δῆμος ὁ Αλληλι. 23οὗτοι δῆμοι Ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι.
24Υἱοὶ Γαδ κατὰ δήμους αὐτῶν· τῷ Σαφων δῆμος ὁ Σαφωνι· τῷ Αγγι δῆμος ὁ Αγγι· τῷ Σουνι δῆμος ὁ Σουνι· 25τῷ Αζενι δῆμος ὁ Αζενι· τῷ Αδδι δῆμος ὁ Αδδι· 26τῷ Αροαδι δῆμος ὁ Αροαδι· τῷ Αριηλ δῆμος ὁ Αριηλι. 27οὗτοι δῆμοι υἱῶν Γαδ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
28Υἱοὶ Ασηρ κατὰ δήμους αὐτῶν· τῷ Ιαμιν δῆμος ὁ Ιαμινι· τῷ Ιεσου δῆμος ὁ Ιεσουι· τῷ Βαρια δῆμος ὁ Βαριαϊ· 29τῷ Χοβερ δῆμος ὁ Χοβερι· τῷ Μελχιηλ δῆμος ὁ Μελχιηλι. 30καὶ τὸ ὄνομα θυγατρὸς Ασηρ Σαρα. 31οὗτοι δῆμοι Ασηρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
32Υἱοὶ Ιωσηφ κατὰ δήμους αὐτῶν· Μανασση καὶ Εφραιμ. — 33υἱοὶ Μανασση· τῷ Μαχιρ δῆμος ὁ Μαχιρι· καὶ Μαχιρ ἐγέννησεν τὸν Γαλααδ· τῷ Γαλααδ δῆμος ὁ Γαλααδι. 34καὶ οὗτοι υἱοὶ Γαλααδ· τῷ Αχιεζερ δῆμος ὁ Αχιεζερι· τῷ Χελεγ δῆμος ὁ Χελεγι· 35τῷ Εσριηλ δῆμος ὁ Εσριηλι· τῷ Συχεμ δῆμος ὁ Συχεμι· 36τῷ Συμαερ δῆμος ὁ Συμαερι· καὶ τῷ Οφερ δῆμος ὁ Οφερι. 37καὶ τῷ Σαλπααδ υἱῷ Οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ᾽ ἢ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ· Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα. 38οὗτοι δῆμοι Μανασση ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
39Καὶ οὗτοι υἱοὶ Εφραιμ· τῷ Σουταλα δῆμος ὁ Σουταλαϊ· τῷ Ταναχ δῆμος ὁ Ταναχι. 40οὗτοι υἱοὶ Σουταλα· τῷ Εδεν δῆμος ὁ Εδενι. 41οὗτοι δῆμοι Εφραιμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. — οὗτοι δῆμοι υἱῶν Ιωσηφ κατὰ δήμους αὐτῶν.
42Υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν· τῷ Βαλε δῆμος ὁ Βαλεϊ· τῷ Ασυβηρ δῆμος ὁ Ασυβηρι· τῷ Ιαχιραν δῆμος ὁ Ιαχιρανι· 43τῷ Σωφαν δῆμος ὁ Σωφανι. 44καὶ ἐγένοντο οἱ υἱοὶ Βαλε Αδαρ. καὶ Νοεμαν· τῷ Αδαρ δῆμος ὁ Αδαρι· τῷ Νοεμαν δῆμος ὁ Νοεμανι. 45οὗτοι υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι.
46Καὶ υἱοὶ Δαν κατὰ δήμους αὐτῶν· τῷ Σαμι δῆμος ὁ Σαμι· οὗτοι δῆμοι Δαν κατὰ δήμους αὐτῶν. 47πάντες οἱ δῆμοι Σαμι κατ᾽ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
48Υἱοὶ Νεφθαλι κατὰ δήμους αὐτῶν· τῷ Ασιηλ δῆμος ὁ Ασιηλι· τῷ Γαυνι δῆμος ὁ Γαυνι· 49τῷ Ιεσερ δῆμος ὁ Ιεσερι· τῷ Σελλημ δῆμος ὁ Σελλημι. 50οὗτοι δῆμοι Νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι.
51Αὕτη ἡ ἐπίσκεψις υἱῶν Ισραηλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
52Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 53Τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων· 54τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν. 55διὰ κλήρων μερισθήσεται ἡ γῆ· τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν· 56ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων.
57Καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν· τῷ Γεδσων δῆμος ὁ Γεδσωνι· τῷ Κααθ δῆμος ὁ Κααθι· τῷ Μεραρι δῆμος ὁ Μεραρι. 58οὗτοι δῆμοι υἱῶν Λευι· δῆμος ὁ Λοβενι, δῆμος ὁ Χεβρωνι, δῆμος ὁ Κορε καὶ δῆμος ὁ Μουσι. καὶ Κααθ ἐγέννησεν τὸν Αμραμ. 59καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι, ἣ ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ· καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν. 60καὶ ἐγεννήθησαν τῷ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ. 61καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα. 62καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ.
63Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω. 64καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα· 65ὅτι εἶπεν κύριος αὐτοῖς Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς ὁ τοῦ Ναυη.