2πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ,
οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται.
5ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος,
χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται.
7ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια,
δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας.
8ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης,
οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.
9πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης,
φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν.
10μαντεῖον ἐπὶ χείλεσιν βασιλέως,
ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ.
11ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ κυρίῳ,
τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια.
12βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά,
μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς.
13δεκτὰ βασιλεῖ χείλη δίκαια,
λόγους δὲ ὀρθοὺς ἀγαπᾷ.
14θυμὸς βασιλέως ἄγγελος θανάτου,
ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν.
15ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως,
οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον.
16νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου,
νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον.
17τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν,
μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης.
ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται,
ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται.
ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν·
ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ.
18πρὸ συντριβῆς ἡγεῖται ὕβρις,
πρὸ δὲ πτώματος κακοφροσύνη.
19κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως
ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν.
20συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν,
πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός.
21τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν,
οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται.
22πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις,
παιδεία δὲ ἀφρόνων κακή.
23καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος,
ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην.
24κηρία μέλιτος λόγοι καλοί,
γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς.
25εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί,
τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου.
26ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν,
ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν.
27ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά,
ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ.
28ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ
καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους.
29ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων
καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς.
30στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα,
ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά,
οὗτος κάμινός ἐστιν κακίας.
31στέφανος καυχήσεως γῆρας,
ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται.
32κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ,
ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν.
33εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις,
παρὰ δὲ κυρίου πάντα τὰ δίκαια.