1ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει,
οὕτως οὐκ ἔστιν ἄφρονι τιμή.
2ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί,
οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί.
3ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ,
οὕτως ῥάβδος ἔθνει παρανόμῳ.
4μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην,
ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ·
5ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ,
ἵνα μὴ φαίνηται σοφὸς παρ᾽ ἑαυτῷ.
6ἐκ τῶν ἑαυτοῦ ποδῶν ὄνειδος πίεται
ὁ ἀποστείλας δι᾽ ἀγγέλου ἄφρονος λόγον.
7ἀφελοῦ πορείαν σκελῶν
καὶ παροιμίαν ἐκ στόματος ἀφρόνων.
8ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ,
ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν.
9ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου,
δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων.
10πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων·
συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν.
11ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται,
οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν.
11aἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,
καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
12εἶδον ἄνδρα δόξαντα παρ᾽ ἑαυτῷ σοφὸν εἶναι,
ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ.
13λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν
Λέων ἐν ταῖς ὁδοῖς.
14ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος,
οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ.
15κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ
οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα.
16σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται
τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν.
17ὥσπερ ὁ κρατῶν κέρκου κυνός,
οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.
18ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους,
ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται,
19οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους,
ὅταν δὲ φωραθῶσιν, λέγουσιν ὅτι Παίζων ἔπραξα.
20ἐν πολλοῖς ξύλοις θάλλει πῦρ,
ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχάζει μάχη.
21ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί,
ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
22λόγοι κερκώπων μαλακοί,
οὗτοι δὲ τύπτουσιν εἰς ταμιεῖα σπλάγχνων.
23ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον.
χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.
24χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός,
ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους·
25ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς·
ἑπτὰ γάρ εἰσιν πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.
26ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον,
ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις.
27ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν,
ὁ δὲ κυλίων λίθον ἐφ᾽ ἑαυτὸν κυλίει.
28γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν,
στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.