1Τῷ Δαυιδ.
Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον
καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
2εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον
καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·
3τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου,
τὸν ἰώμενον πάσας τὰς νόσους σου·
4τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου,
τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
5τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου,
ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
6ποιῶν ἐλεημοσύνας ὁ κύριος
καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις.
7ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ,
τοῖς υἱοῖς Ισραηλ τὰ θελήματα αὐτοῦ.
8οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος,
μακρόθυμος καὶ πολυέλεος·
9οὐκ εἰς τέλος ὀργισθήσεται
οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
10οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν
οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν
11ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς
ἐκραταίωσεν κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·
12καθ᾽ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν,
ἐμάκρυνεν ἀφ᾽ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
13καθὼς οἰκτίρει πατὴρ υἱούς,
οἰκτίρησεν κύριος τοὺς φοβουμένους αὐτόν,
14ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν·
μνήσθητι ὅτι χοῦς ἐσμεν.
15ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ·
ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·
16ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει
καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
17τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν,
καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν
18τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ
καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
19κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ,
καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
20εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ,
δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ
τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ·
21εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ,
λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ·
22εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ
ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ·
εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον.