1Αλληλουια.
Ἐξομολογεῖσθε τῷ κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ,
ἀπαγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔργα αὐτοῦ·
2ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ,
διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.
3ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ,
εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον·
4ζητήσατε τὸν κύριον καὶ κραταιώθητε,
ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.
5μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησεν,
τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ,
6σπέρμα Αβρααμ δοῦλοι αὐτοῦ,
υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ.
7αὐτὸς κύριος ὁ θεὸς ἡμῶν,
ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.
8ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ,
λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς,
9ὃν διέθετο τῷ Αβρααμ,
καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ισαακ
10καὶ ἔστησεν αὐτὴν τῷ Ιακωβ εἰς πρόσταγμα
καὶ τῷ Ισραηλ διαθήκην αἰώνιον
11λέγων Σοὶ δώσω τὴν γῆν Χανααν
σχοίνισμα κληρονομίας ὑμῶν.
12ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς,
ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ
13καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος,
ἐκ βασιλείας εἰς λαὸν ἕτερον·
14οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς
καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς
15Μὴ ἅπτεσθε τῶν χριστῶν μου
καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
16καὶ ἐκάλεσεν λιμὸν ἐπὶ τὴν γῆν,
πᾶν στήριγμα ἄρτου συνέτριψεν·
17ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον,
εἰς δοῦλον ἐπράθη Ιωσηφ.
18ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ,
σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ
19μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ,
τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν.
20ἀπέστειλεν βασιλεὺς καὶ ἔλυσεν αὐτόν,
ἄρχων λαῶν, καὶ ἀφῆκεν αὐτόν·
21κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ
καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ
22τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν
καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.
23καὶ εἰσῆλθεν Ισραηλ εἰς Αἴγυπτον,
καὶ Ιακωβ παρῴκησεν ἐν γῇ Χαμ·
24καὶ ηὔξησεν τὸν λαὸν αὐτοῦ σφόδρα
καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ.
25μετέστρεψεν τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ,
τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.
26ἐξαπέστειλεν Μωυσῆν τὸν δοῦλον αὐτοῦ,
Ααρων, ὃν ἐξελέξατο αὐτόν·
27ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ
καὶ τῶν τεράτων ἐν γῇ Χαμ.
28ἐξαπέστειλεν σκότος, καὶ ἐσκότασεν,
καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ.
29μετέστρεψεν τὰ ὕδατα αὐτῶν εἰς αἷμα
καὶ ἀπέκτεινεν τοὺς ἰχθύας αὐτῶν.
30ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους
ἐν τοῖς ταμιείοις τῶν βασιλέων αὐτῶν.
31εἶπεν, καὶ ἦλθεν κυνόμυια
καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν.
32ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν,
πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν,
33καὶ ἐπάταξεν τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν
καὶ συνέτριψεν πᾶν ξύλον ὁρίου αὐτῶν.
34εἶπεν, καὶ ἦλθεν ἀκρὶς
καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός,
35καὶ κατέφαγεν πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν
καὶ κατέφαγεν τὸν καρπὸν τῆς γῆς αὐτῶν.
36καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν,
ἀπαρχὴν παντὸς πόνου αὐτῶν,
37καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ
καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν.
38εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν,
ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ᾽ αὐτούς.
39διεπέτασεν νεφέλην εἰς σκέπην αὐτοῖς
καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα.
40ᾔτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα,
καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς·
41διέρρηξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα,
ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.
42ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ
τοῦ πρὸς Αβρααμ τὸν δοῦλον αὐτοῦ
43καὶ ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει
καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ.
44καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν,
καὶ πόνους λαῶν ἐκληρονόμησαν,
45ὅπως ἂν φυλάξωσιν τὰ δικαιώματα αὐτοῦ
καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.