1Αλληλουια.
Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
2τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου,
ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;
3μακάριοι οἱ φυλάσσοντες κρίσιν
καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.
4μνήσθητι ἡμῶν, κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου,
ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου
5τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου,
τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου,
τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.
6ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν,
ἠνομήσαμεν, ἠδικήσαμεν.
7οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου
οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου
καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ.
8καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ
τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ·
9καὶ ἐπετίμησεν τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη,
καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ·
10καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισούντων
καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ·
11καὶ ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς,
εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη.
12καὶ ἐπίστευσαν ἐν τοῖς λόγοις αὐτοῦ
καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ.
13ἐτάχυναν ἐπελάθοντο τῶν ἔργων αὐτοῦ,
οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ·
14καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ
καὶ ἐπείρασαν τὸν θεὸν ἐν ἀνύδρῳ.
15καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν
καὶ ἐξαπέστειλεν πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν.
16καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ
καὶ Ααρων τὸν ἅγιον κυρίου·
17ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν Δαθαν
καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Αβιρων·
18καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν,
φλὸξ κατέφλεξεν ἁμαρτωλούς.
19καὶ ἐποίησαν μόσχον ἐν Χωρηβ
καὶ προσεκύνησαν τῷ γλυπτῷ·
20καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν
ἐν ὁμοιώματι μόσχου ἔσθοντος χόρτον.
21ἐπελάθοντο τοῦ θεοῦ τοῦ σῴζοντος αὐτούς,
τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ,
22θαυμαστὰ ἐν γῇ Χαμ,
φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς.
23καὶ εἶπεν τοῦ ἐξολεθρεῦσαι αὐτούς,
εἰ μὴ Μωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ
ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ
τοῦ ἀποστρέψαι τὴν ὀργὴν αὐτοῦ τοῦ μὴ ἐξολεθρεῦσαι.
24καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν,
οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ·
25καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν,
οὐκ εἰσήκουσαν τῆς φωνῆς κυρίου.
26καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ αὐτοῖς
τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ
27καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσιν
καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.
28καὶ ἐτελέσθησαν τῷ Βεελφεγωρ
καὶ ἔφαγον θυσίας νεκρῶν·
29καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν,
καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις.
30καὶ ἔστη Φινεες καὶ ἐξιλάσατο,
καὶ ἐκόπασεν ἡ θραῦσις·
31καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.
32καὶ παρώργισαν αὐτὸν ἐφ᾽ ὕδατος ἀντιλογίας.
καὶ ἐκακώθη Μωυσῆς δι᾽ αὐτούς,
33ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ,
καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ.
34οὐκ ἐξωλέθρευσαν τὰ ἔθνη, ἃ εἶπεν κύριος αὐτοῖς,
35καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσιν
καὶ ἔμαθον τὰ ἔργα αὐτῶν·
36καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν,
καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον·
37καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν
καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις
38καὶ ἐξέχεαν αἷμα ἀθῷον,
αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων,
ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χανααν,
καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασιν
39καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν,
καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
40καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ
καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ·
41καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν,
καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς·
42καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν,
καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.
43πλεονάκις ἐρρύσατο αὐτούς,
αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν
καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν.
44καὶ εἶδεν ἐν τῷ θλίβεσθαι αὐτοὺς
ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν·
45καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ
καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ
46καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς
ἐναντίον πάντων τῶν αἰχμαλωτισάντων αὐτούς.
47σῶσον ἡμᾶς, κύριε ὁ θεὸς ἡμῶν,
καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν
τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι τῷ ἁγίῳ σου,
τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.
48Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος.
καὶ ἐρεῖ πᾶς ὁ λαός Γένοιτο γένοιτο.