1Τῷ Δαυιδ.
Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ·
τοῖς εὐθέσι πρέπει αἴνεσις.
2ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ,
ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ.
3ᾄσατε αὐτῷ ᾆσμα καινόν,
καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.
4ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου,
καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·
5ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν,
τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ.
6τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν
καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·
7συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης,
τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.
8φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ,
ἀπ᾽ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην·
9ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν,
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
10κύριος διασκεδάζει βουλὰς ἐθνῶν,
ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ
ἀθετεῖ βουλὰς ἀρχόντων·
11ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει,
λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
12μακάριον τὸ ἔθνος, οὗ ἐστιν κύριος ὁ θεὸς αὐτοῦ,
λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.
13ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος,
εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων·
14ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ
ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν,
15ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν,
ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν.
16οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν,
καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ·
17ψευδὴς ἵππος εἰς σωτηρίαν,
ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.
18ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν
τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ
19ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν
καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.
20ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ,
ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν·
21ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν,
καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν.
22γένοιτο τὸ ἔλεός σου, κύριε, ἐφ᾽ ἡμᾶς,
καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.