1Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· τῷ Ασαφ ψαλμός.
2Φωνῇ μου πρὸς κύριον ἐκέκραξα,
φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι.
3ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα,
ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην·
ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.
4ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην·
ἠδολέσχησα, καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου.
διάψαλμα.
5προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου,
ἐταράχθην καὶ οὐκ ἐλάλησα.
6διελογισάμην ἡμέρας ἀρχαίας
καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα·
7νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν,
καὶ ἔσκαλλεν τὸ πνεῦμά μου.
8μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος
καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;
9ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει
ἀπὸ γενεᾶς εἰς γενεάν;
10ἢ ἐπιλήσεται τοῦ οἰκτιρῆσαι ὁ θεὸς
ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ;
διάψαλμα.
11καὶ εἶπα Νῦν ἠρξάμην,
αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.
12ἐμνήσθην τῶν ἔργων κυρίου,
ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου
13καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου
καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω.
14ὁ θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου·
τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν;
15σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια,
ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου·
16ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου,
τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ.
διάψαλμα.
17εἴδοσάν σε ὕδατα, ὁ θεός,
εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν,
καὶ ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων.
18φωνὴν ἔδωκαν αἱ νεφέλαι,
καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·
19φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ,
ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ,
ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.
20ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου,
καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς,
καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.
21ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου
ἐν χειρὶ Μωυσῆ καὶ Ααρων.